Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.192 Dem. 23.195 (English) >>Dem. 23.198

23.194ἴσως τοίνυν καὶ τοιαύτην τινʼ ἐροῦσʼ ὑπόνοιαν, ὡς ὡρμηκότα νῦν τὸν ἄνθρωπον φίλον εἶναι καὶ βουλόμενόν τι ποιεῖν ἀγαθὸν τὴν πόλιν εἰς ἀθυμίαν τρέψομεν, εἰ καταψηφιούμεθα, καὶ ποιήσομεν ὑπόπτως ἔχειν πρὸς ἡμᾶς. ἐγὼ δʼ, ἄνδρες Ἀθηναῖοι, θεάσασθʼ ὡς ἔχω. εἰ μετʼ ἀληθείας ἁπλῶς ἦν ἡμῖν φίλος καὶ νὴ Δία πάντʼ ἀγάθʼ ἔμελλεν ἡμᾶς ποιήσειν, οὐδʼ ἂν οὕτως ᾤμην δεῖν τοῦτον ἀκούειν τὸν λόγον· οὐδένα γὰρ ἂν νομίζω τοσαῦτʼ ἀγαθὰ ποιῆσαι, διʼ ὃν ὑμῖν προσήκειν ἐπιορκῆσαι καὶ παρʼ φαίνεται δίκαια τὴν ψῆφον θέσθαι. 23.195ἐπειδὴ δὲ καὶ φενακίζων καὶ οὐδʼ ὁτιοῦν ὑγιὲς πράττων ἐξελέγχεται, δυοῖν ἀγαθοῖν θάτερον ὑμῖν, ἂν καταψηφίσησθε, συμβήσεται· γὰρ ἐξαπατῶν παύσεται νομίσας οὐκέτι λανθάνειν, εἴπερ αὐτῷ βουλομένῳ πρὸς ὑμᾶς ἔστιν οἰκείως ἔχειν ὡς ἀληθῶς, ἀγαθόν τι ποιεῖν πειράσεται, γνοὺς ὅτι τῷ φενακίζειν οὐκέθʼ βούλεται πράξει. ὥστε καὶ εἰ μηδὲ διʼ ἓν τῶν ἄλλων, διὰ τοῦτο καταψηφίσασθαι συμφέρει.

23.196ἄξιον τοίνυν, ἄνδρες Ἀθηναῖοι, κἀκεῖνʼ ἐξετάσαι, πῶς ποθʼ οἱ πάλαι τὰς τιμὰς ἔνεμον καὶ τὰς δωρειὰς τοῖς ὡς ἀληθῶς εὐεργέταις, καὶ ὅσοι πολῖται τύχοιεν ὄντες καὶ ὅσοι ξένοι. κἂν μὲν ἴδητʼ ἐκείνους ἄμεινον ὑμῶν, καλὸν τὸ μιμήσασθαι, ἂν δʼ ὑμᾶς αὐτούς, ἐφʼ ὑμῖν ἔσται τὸ πράττειν. πρῶτον μὲν τοίνυν ἐκεῖνοι Θεμιστοκλέα τὸν τὴν ἐν Σαλαμῖνι ναυμαχίαν νικήσαντα καὶ Μιλτιάδην τὸν ἡγούμενον Μαραθῶνι καὶ πολλοὺς ἄλλους, οὐκ ἴσα τοῖς νῦν στρατηγοῖς ἀγάθʼ εἰργασμένους, οὐ χαλκοῦς ἵστασαν οὐδʼ ὑπερηγάπων.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.192 Dem. 23.195 (English) >>Dem. 23.198

Powered by PhiloLogic